Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Genius Greek Translations (Ελληνικές μεταφράσεις)
Sappho - Fragment 1 (ελληνικό πρωτότυπο)

Verse 1
Ποικιλόθρον' ἀθανάτ’ Ἀφρόδιτα
Παῖ Δίος δολόπλοκε, λίσσομαί σε
Μή μ' ἄσαισι μηδ' ὀνίαισι δάμνα
Πότνια, θῦμον

Verse 2
Ἀλλὰ τυίδ’ ἔλθ', αἴ ποτα κἀτέρωτα
Τὰς ἔμας αὔδας ἀίοισα πήλοι
Ἔκλυες, πάτρος δὲ δόμον λίποισα
Χρύσιον ἦλθες

Verse 3
Ἄρμ' ὐπασδεύξαισα· κάλοι δέ σ' ἆγον
Ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
Πύκνα δίννεντες πτέρ' ἀπ' ὠράνωἴθε-
Ρος διὰ μέσσω·

Verse 4
Αἶψα δ' ἐξίκοντο· σὺ δ', ὦ μάκαιρα
Μειδιαίσαισ’ ἀθανάτῳ προσώπῳ
Ἤρε’ ὄττι δηὖτε πέπονθα κὤττι
Δηὖτε κάλημμι

Verse 5
Κὤττι μοι μάλιστα θέλω γένεσθαι
Μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
Ἄψ σ' ἄγην ἐς ϝὰν φιλότατα; τίς σ’, ὦ
Ψάπφ', ἀδικήει;
Verse 6
Καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει
Αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει
Αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει
Κωὐκ ἐθέλοισα

Verse 7
Ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
Ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι
Θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα
Σύμμαχος ἔσσο