Homer
Hymn to Apollo (HH 21)
Φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ᾽ ἀείδει
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα
Πηνειόν· σὲ δ᾽ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.